agathias scholasticus
εἰς τὸ αὐτόπαίγνια μὲν τάδε πάντα: τύχης δ᾽ ἑτερότροπος ὁρμὴ
ταῖς ἀλόγοις ταύταις ἐμφέρεται βολίσιν
καὶ βροτέου βιότου σφαλερὸν μίμημα νοήσεις,
νῦν μὲν ὑπερβάλλων, νῦν δ᾽ ἀπολειπόμενος.
αἰνέομεν δὴ κεῖνον, ὃς ἐν βιότῳ τε κύβῳ τε
χάρματι καὶ λύπῃ μέτρον ἐφηρμόσατο.