philippus
ἔζευξ᾽ Ἑλλήσποντον ὁ βάρβαρος ἄφρονι τόλμῃ,
τοὺς δὲ τόσους καμάτους πάντας ἔλυσε χρόνος:
ἀλλὰ Δικαιάρχεια διηπείρωσε θάλασσαν,
καὶ βυθὸν εἰς χέρσου σχῆμα μετεπλάσατο:
λᾶα, βαθὺ στήριγμα, κατερρίζωσε πέλωρον,
χερσὶ Γιγαντείαις δ᾽ ἔστασε νέρθεν ὕδωρ.
ἦν ἅλ᾽ ἀεὶ πλώειν διοδευομένη δ᾽ ὑπὸ ναύταις
ἄστατος, εἰς πεζοὺς ὡμολόγησε μένειν.