anonymi epigrammatici
ἐν τῷ φάρῳ Ἀλεξανδρείαςπύργος ἐγὼ ναύτῃσιν ἀλωομένοισιν ἀρήγων
εἰμί, Ποσειδάωνος ἀπενθέα πυρσὸν ἀνάπτων,
καί με πεσεῖν μέλλοντα βαρυγδούποισιν ἀήταις
στῆσεν ἑοῖς καμάτοις Ἀμμώνιος, ὃς βασιλῆος
ἐστὶ πατήρ κείνῳ δὲ μετ᾽ ἄγρια κύματα ναῦται
χεῖρας ἀερτάζουσιν, ἅτε κλυτῷ Ἐννοσιγαίῳ. [p. 376]