anonymi epigrammatici
ἐν Σμύρνᾐ εἰς μῶλον τᾖ θαλάττᾐ ἐπικείμενον, ἐν ᾧ ἐστι καὶ ὑδρεῖον1 τίς βυθὸν ἠπείρωσε; τίς ἐν ῥοθίοισιν ἔτευξεν
ἀκτὴν ἀμφιρύτην λάεσι μαρμαρέοις;
τίς δ᾽ ἐνὶ κύμασι τεῦξε ποτὸν πλωτῆρας ἀφύσσειν,
αὐτῶν ἐκ νηῶν χερσὶν ἀρυομένους;
2 οὗτος ὁ ποικιλόμητις ἀνὴρ Βενέτιος ἀμύμων,
κτίσμασι νικήσας Θησέα καὶ Πέλοπα. [p. 374]