marianus
εἰς προάστειον ὀνομαζόμενον Ἔρωτα ἐν Ἀμασείᾳἦ καλὸν ἄλσος Ἔρωτος, ὅπου καλὰ δένδρεα ταῦτα
πρηῢς ἐπιπνείων ἀμφιδονεῖ Ζέφυρος:
ᾗχι καὶ ἑρσήεις ἀμαρύσσεται ἄνθεσι λειμὼν,
πουλὺν ἰοστεφάνων κόσμον ἀνεὶς καλύκων
καὶ γλυκερῆς τρίστοιχος ἐπεμβαδὸν ἄλλος ἐπ᾽ ἄλλῳ
μαστὸς ἀναθλίβει χεύματα Ναϊάδος:
ὁππόθι δενδρήεντα γέρων παρανήχεται Ἶρις
χῶρον, Ἁμαδρυάδων ἔνδιον ἁβροκόμων, [p. 372]
καὶ λιπαρῆς εὔβοτρυν ἀν᾽ ὀργάδα καρπὸς ἐλαίης
θάλλει ἐρισταφύλων πάντοσε θειλοπέδων
αἱ δὲ πέριξ λαλαγεῦσιν ἀηδόνες: ὃς δὲ μελίζει
ἀντῳδὸν τέττιξ φθέγματος ἁρμονίαν.
ἀλλὰ τὸν ἀκλήιστον ὅπως, ξένε, μή με παρέλθῃς
τόνδε δόμον, λιτῆς δ᾽ ἀντίασον ξενίης.