arabius
εἰς προάστειονὕδασι καὶ κήποισι καὶ ἄλσεσι καὶ Διονύσῳ
καὶ πόντου πλήθω γείτονος εὐφροσύνῃ.
τερπνὰ δέ μοι γαίης τε καὶ ἐξ ἁλὸς ἄλλοθεν ἄλλος
καὶ γριπεὺς ὀρέγει δῶρα καὶ ἀγρονόμος.
τοὺς δ᾽ ἐν ἐμοὶ μίμνοντας ἢ ὀρνίθων τις ἀείδων,
ἢ γλυκὺ πορθμήων φθέγμα παρηγορέει.