agathias scholasticus
χῶρος ἐγὼ τὸ πρὶν μὲν ἔην στυγερωπὸς ἰδέσθαι,
πηλοδόμοις τοίχοις ἀμφιμεριζόμενος.
ἐνθάδε δὲ ξείνων τε καὶ ἐνδαπίων καὶ ἀγροίκων
νηδὺς ἐπεγδούπει λύματα χευομένη.
ἀλλὰ πατήρ με πόληος ἐναλλάξας Ἀγαθίας
θῆκεν ἀρίζηλον τὸν πρὶν ἀτιμότατον.