leontius minotaurus
εἰς οἶκον κείμενον μέσον τοῦ Ζευξίππου καὶ τοῦ ἱππικοῦἐν μὲν τῇ Ζεύξιππον ἔχω πέλας, ἡδὺ λοετρὸν
ἐκ δ᾽ ἑτέρης ἵππων χῶρον ἀεθλοφόρων.
τοὺς ῥα θεησάμενος, καὶ τῷδ᾽ ἔνι χρῶτα λοέσσας
δεῦρο καὶ ἄμπνευσον δαιτὶ παρ᾽ ἡμετέρῃ: καί κε πάλιν σταδίοις ποτὶ δείελον ὥριος ἔλθοις,
ἐγγύθεν ἐγγὺς ἰὼν γείτονος ἐκ θαλάμου.