macedonius ii
εἰς τὸ αὐτόΕὐσεβίη τὸ μέλαθρον ἀπὸ πρώτοιο θεμείλου
ἄχρι καὶ ὑψηλοὺς ἤγαγεν εἰς ὀρόφους.
οὐ γὰρ ἀπ᾽ ἀλλοτρίων κτεάνων ληίστορι χαλκῷ
ὄλβον ἀολλίζων τεῦξε Μακηδόνιος:
οὐδὲ λιπερνήτης κενεῷ καὶ ἀκερδέι μόχθῳ
κλαῦσε, δικαιοτάτου μισθοῦ ἀτεμβόμενος.
ὡς δὲ πόνων ἄμπαυμα φυλάσσεται ἀνδρὶ δικαίῳ,
ὧδε καὶ εὐσεβέων ἔργα μένοι μερόπων. [p. 360]