macedonius ii
Τμώλῳ ὑπ᾽ ἀνθεμόεντι, ῥοὴν πάρα Μαίονος Ἕρμου,
Σάρδιες, ἡ Λυδῶν ἔξοχός εἰμι πόλις.
μάρτυς ἐγὼ πρώτη γενόμην Διός: οὐ γὰρ ἐλέγχειν
λάθριον υἷα Ῥέης ἤθελον ἡμετέρης.
αὐτὴ καὶ Βρομίῳ γενόμην τροφός: ἐν δὲ κεραυνῷ
ἔδρακον εὐρυτέρῳ φωτὶ φαεινόμενον:
πρώταις δ᾽ ἡμετέρῃσιν ἐν ὀργάσιν οἰνὰς ὀπώρη
οὔθατος ἐκ βοτρύων ξανθὸν ἄμελξε γάνος.
πάντα με κοσμήσαντο: πολὺς δέ με πολλάκις αἰὼν
ἄστεσιν ὀλβίστοις εὗρε μεγαιρομένην. [p. 358]