agathias scholasticus
εἰς τὸ αὐτότί στενάχεις κεφαλὴν κεκακωμένος; ἐς τί δὲ πικρὰ
οἰμώζεις, μελέων πάγχυ βαρυνομένων;
ἐς τί δὲ γαστέρα σεῖο ῥαπίσμασιν ἀμφιπατάσσεις,
ἐκθλίψαι δοκέων μάστακος ἐργασίην;
μόχθων τοσσατίων οὔ σοι χρέος, εἰ παρὰ δαιτὶ
μὴ τοῦ ἀναγκαίου πουλὺ παρεξετάθης. [p. 356]
ἀλλ᾽ ἐπὶ μὲν στιβάδος φρονέεις μέγα, καὶ στόμα τέρπεις
βρώμασιν, εὐτυχίην κεῖνα λογιζόμενος:
ἐνθάδε δ᾽ ἀσχάλλεις: μούνη δ᾽ ἀλιτήματα λαιμοῦ
ἡ γαστὴρ τίνει πολλάκι τυπτομένη.