agathias scholasticus
εἰς γέφυραν τοῦ Σαγγαρίουκαὶ σὺ μεθ᾽ Ἑσπερίην ὑψαύχενα, καὶ μετὰ Μήδων
ἔθνεα καὶ πᾶσαν βαρβαρικὴν ἀγέλην,
Σαγγάριε, κρατερῇσι ῥοὰς ἀψῖσι πεδηθείς,
οὕτω ἐδουλώθης κοιρανικῇ παλάμῃ:
ὁ πρὶν δὲ σκαφέεσσιν ἀνέμβατος, ὁ πρὶν ἀτειρὴς,
κεῖσαι λαϊνέῃ σφιγκτὸς ἀλυκτοπέδῃ.