agathias scholasticus
εἰς ἕτερον λουτρὸν ἐν Βυζαντίῳνῦν ἔγνων, Κυθέρεια, πόθεν νίκησας ἀγῶνα,
τὴν πρὶν Ἀλεξάνδρου ψῆφον ὑφαρπαμένη.
ἐνθάδε γὰρ τέγγουσα τεὸν δέμας, εὗρες ἐλέγξαι
Ἥρην Ἰναχίοις χεύμασι λουσαμένην.
νίκησεν τὸ λοετρὸν ἔοικε δὲ τοῦτο βοώσῃ
Παλλάς: ‘ἐνικήθην ὕδασιν, οὐ Παφίῃ.’