euenus
ἅ ποτε παρθενικαῖσιν ἱλασκομένα παλάμῃσιν
Κύπριδα, σὺν πεύκαις καὶ γάμον εὐξαμένα,
κουριδίους ἤδη θαλάμῳ λύσασα χιτῶνας,
ἀνδρὸς ἄφαρ μηρῶν ἐξελόχευσα τύπους:
νυμφίος ἐκ νύμφης δὲ κικλήσκομαι, ἐκ δ᾽ Ἀφροδίτης
Ἄρεα καὶ βωμοὺς ἔστεφον Ἡρακλέους.
Θῆβαι Τειρεσίην ἔλεγόν ποτε: νῦν δέ με Χαλκὶς
τὴν πάρος ἐν μίτραις ἠσπάσατ᾽ ἐν χλαμύδι.