theocritus
ἅ τε φωνὰ Δώριος, χὠνὴρ ὁ τὰν κωμῳδίαν
εὑρὼν Ἐπίχαρμος.
ὦ Βάκχε, χάλκεόν νιν ἀντ᾽ ἀλαθινοῦ
τὶν ὧδ᾽ ἀνέθηκαν
τοὶ Συρακόσσαις ἐνίδρυνται, πελωρίστᾳ πόλει,
οἷ᾽ ἀνδρὶ πολίτᾳ:
σοφῶν ἔοικε ῥημάτων μεμναμένους
τελεῖν ἐπίχειρα:
πολλὰ γὰρ ποττὰν ζόαν τοῖς παισὶν εἶπε χρήσιμα:
μεγάλα χάρις αὐτῷ.