nicarchus ii
παρθένε Τριτογένεια, τί τὴν Κύπριν ἄρτι με λυπεῖς,
ἁρπάξασα δ᾽ ἐμὸν δῶρον ἔχεις παλάμῃ;
μέμνησαι τὸ πάροιθεν ἐν Ἰδαίοις σκοπέλοισιν
ὡς Πάρις οὐ σὲ καλήν, ἀλλ᾽ ἔμ᾽ ἐδογμάτισεν.
σὸν δόρυ καὶ σάκος ἐστὶν ἐμὸν δὲ τὸ μῆλον ὑπάρχει:
ἀρκεῖ τῷ μήλῳ κεῖνος ὁ πρὶν πόλεμος.