empedocles
ἤδη γάρ ποτ᾽ ἐγὼ γενόμην κοῦρός τε κόρη τε,
θάμνος τ᾽, οἰωνός τε καὶ ἐξ ἁλὸς ἔμπυρος ἰχθῦς.
ὦ φίλοι, οἳ μέγα ἄστυ κατὰ ξανθοῦ Ἀκράγαντος
ναίετ᾽ ἀν᾽ ἄκρα πόλιος, ἀγαθῶν μελεδήμονες ἔργων, χαίρετ᾽ : ἐγὼ δ᾽ ὔμμιν θεὸς ἄμβροτος, οὐκέτι θνητός,
πωλεῦμαι μετὰ πᾶσι τετιμένος, ὥσπερ ἔοικεν,
ταινίαις τε περίστεπτος στέφεσίν τε θαλείοις,