crinagoras
Ψιττακὸς ὁ βροτόγηρυς, ἀφεὶς λυγοτευχέα κύρτον,
ἤλυθεν ἐς δρυμοὺς ἀνθοφυεῖ πτέρυγι.
αἰεὶ δ᾽ ἐκμελετῶν ἀσπάσμασι Καίσαρα κλεινόν,
οὐδ᾽ ἀν᾽ ὄρη λήθην ἤγαγεν οὐνόματος:
† ἔδραμε δ᾽ ὠκυδίδακτος ἅπας οἰωνός, βρίζων
τίς φθῆναι δύναται δαίμονι χαῖρ᾽ ἐνέπειν.
Ὀρφεὺς θῆρας ἔπεισεν ἐν οὔρεσι: καὶ δὲ σέ, Καῖσαρ,
νῦν ἀκέλευστος ἅπας ὄρνις ἀνακρέκεται.