anonymi epigrammatici
εἰς Σαπφῶ παρὰ τῶν Μουσῶνοὐκ ἄρα σοί γε ὄλιζον ἐπὶ κλέος ὤπασε Μοῖρα
ἤματι, τῷ πρώτῳ φῶς ἴδες ἀελίου,
Σαπφοῖ: σοὶ γὰρ ῥῆσιν ἐνεύσαμεν ἄφθιτον εἶμεν,
σὺν δὲ πατὴρ πάντων νεῦσεν ἐρισφάραγος:
μέλψῃ δ᾽ ἐν πάντεσσιν ἀοίδιμος ἁμερίοισιν,
οὐδὲ κλυτᾶς φάμας ἔσσεαι ἠπεδανά. [p. 288]