athenaeus
ὦ Στοϊκῶν μύθων εἰδήμονες, ὦ πανάριστα
δόγματα, ταῖς ἱεραῖς ἐνθέμενοι σελίσιν,
τὰν ἀρετὰν ψυχᾶς ἀγαθὸν μόνον ἅδε γὰρ ἀνδρῶν
μούνα καὶ βίοτον ῥύσατο καὶ πόλιας.
σαρκὸς δ᾽ ἁδυπάθημα, φίλον τέλος ἀνδράσιν ἄλλοις,
ἡ μία τῶν Μνήμης ᾔνεσε θυγατέρων: