anonymi epigrammatici
τίνας ἂν εἴποι λόγους ὁ Πύρρος ἐπιβὰς Τροίαςμόχθος ἐμοῦ γενετῆρος ἀμύμονος οὐ τέλος εὗρεν
αὐτὰρ ἐγὼ Τρώεσσι φόνον πάντεσσι κορύσσων
ἤλυθον: ἠνορέῃ γὰρ ὑπέρτερον εὖχος ἀείρω,
καὶ Πρίαμον βασιλῆα, καὶ οὓς προλέλοιπεν Ἀχιλλεύς,
πάντας ὁμοῦ κατὰ μῶλον ἐμὸν μένος οἶδεν ὀλέσσαι,
καὶ Τροίης πτολίεθρον ἀρήιον ἐξαλαπάξω,
καὶ Δαναοῖς δεκέτηρον ἐμὸν δόρυ μόχθον ἀνύσσει. [p. 258]