agathias scholasticus
γριπεύς τις μογέεσκεν ἐπ᾽ ἰχθύσι: τὸν δ᾽ ἐσιδοῦσα
εὐκτέανος κούρη θυμὸν ἔκαμνε πόθῳ, [p. 248]
καί μιν θῆκε σύνευνον ὁ δ᾽ ἐκ βιότοιο πενιχροῦ
δέξατο παντοίης ὄγκον ἀγηνορίης.
ἡ δὲ Τύχη γελόωσα παρίστατο, καὶ ποτὶ Κύπριν,
‘ οὐ τεὸς οὗτος ἀγών, ἀλλ᾽ ἐμός ἐστιν,’ ἔφη.