palladas
τὸν Διὸς ἐν τριόδοισιν ἐθαύμασα χάλκεον υἷα,
τὸν πρὶν ἐν εὐχωλαῖς, νῦν παραριπτόμενον.
ὀχθήσας δ᾽ ἄρ᾽ ἔειπον
Ἀλεξίκακε τρισέληνε,
μηδέποθ᾽ ἡττηθείς, σήμερον ἐξετάθης.
νυκτὶ δὲ μειδιόων με θεὸς προσέειπε παραστάς:
‘καιρῷ δουλεύειν καὶ θεὸς ὢν ἔμαθον.’