philippus
Βωλοτόμοι μύρμηκες, ὁ γῆς στρατός, ἡνίκ᾽ ἔτενδε
γειομόρου μελιχρὴν σμηνοδόκου χάριτα, [p. 244]
μηνίσας ὁ πρέσβυς, ἐς ὕδατα κρωσσὸν ἔβαψεν,
ἐνθάδε τοὺς ἀπὸ γῆς οὐ δοκέων πελάσειν.
οἱ δὲ νέας κάρφας ἀχυρίτιδας ἀντιφέροντες,
αὐτοκυβερνῆται πρὸς κύτος ἐτρόχασαν.
ἦ ῥα φίλη γαστὴρ καὶ βαιοτάτους ἀνέπεισεν
ἐκ χθονὸς εἰς Νύμφας καινοτάτους ἐρέτας.