Joannes barbucallus
ποῦ τελέθει Κύπρις πολιήοχος, ὄφρα νοήσῃ
ἔνδιον εἰδώλων τὴν πρὶν ἕδος Χαρίτων;
τύμβος ἀταρχύτων μερόπων πόλις, ἧς ὑπὸ τέφρην
αἱ Βερόης πολλαὶ κείμεθα χιλιάδες.
γράψαθ᾽ ἑνὸς καθύπερθε λίθου, φίλα λείψανα φωτῶν:
‘ Βηρυτὸς γοερὴ κεῖται ὑπὲρ δαπέδων.’