apollonides
‘ πρὸς παίδων’ εἶπεν
γουνάζομαι, ἤν με θανοῦσαν
στείλῃς, μὴ σπεῖσαι δεύτερα φίλτρα γάμου.
εἶπεν ὁ δ᾽ εἰς ἑτέρην ἐσπούδασεν. ἀλλὰ Φίλιννα
Διογένην λήθης τίσατο καὶ φθιμένη:
νυκτὶ γὰρ ἐν πρώτῃ θάλαμον σχάσε μῆνις ἄφυκτος,
ὡς μὴ λέκτρον ἰδεῖν δεύτερον ἠέλιον.