antipater
θηρευτὴν Λάμπωνα Μίδου κύνα δίψα κατέκτα,
καίπερ ὑπὲρ ψυχῆς πολλὰ πονησάμενον.
ποσσὶ γὰρ ὤρυσσεν νοτερὸν πέδον, ἀλλὰ τὸ νωθὲς
πίδακος ἐκ τυφλῆς οὐκ ἐτάχυνεν ὕδωρ:
πῖπτε δ᾽ ἀπαυδήσας: ἡ δ᾽ ἔβλυσεν. ἦ ἄρα, Νύμφαι,
Λάμπωνι κταμένων μῆνιν ἔθεσθ᾽ ἐλάφων. [p. 232]