antiphilus
ἆ καλὸν αὐτοπόνητον ἐν αἰθέρι ῥεῦμα μελισσῶν,
κἄπλαστοι χειρῶν αὐτοπαγεῖς θαλάμαι, [p. 224]
προίκιος ἀνθρώπων βιότῳ χάρις, οὐχὶ μακέλλας,
οὐ βοός, οὐ γαμψῶν δευομένα δρεπάνων,
γαυλοῦ δὲ σμικροῖο, τόθι γλυκὺ νᾶμα μέλισσα
πηγάζει σκήνευς δαψιλὲς ἐξ ὀλίγου.
χαίροιτ᾽ εὐαγέες, καὶ ἐν ἄνθεσι ποιμαίνεσθε,
αἰθερίου πτηναὶ νέκταρος ἐργάτιδες.