paulus silentiarius
ὄρθριος εὐπλέκτοιο λίνου νεφοειδέι κόλπῳ
ἔμπεσε σὺν κίχλῃ κόσσυφος ἡδυβόας.
καὶ τὰν μὲν πανάφυκτος ἕλε βρόχος: ὠκὺ δ᾽ ἀπέπτα
ἐξ ὀρνιθοπέδας ᾠδὸς ἐρημοφίλας.
ἦ τάχα που τριμάκαιρα φιλαγρέτις ὄρνιν ἀοιδὸν
Ἄρτεμις εὐμόλπῳ λῦσεν ἄνακτι λύρης.