hadrianus imperator
Ἕκτορ, Ἀρήιον αἷμα, κατὰ χθονὸς εἴ που ἀκούεις,
χαῖρε, καὶ ἄμπνευσον βαιὸν ὑπὲρ πατρίδος.
Ἴλιον οἰκεῖται κλεινὴ πόλις, ἄνδρας ἔχουσα
σοῦ μὲν ἀφαυροτέρους, ἀλλ᾽ ἔτ᾽ ἀρηιφίχους:
Μυρμιδόνες δ᾽ ἀπόλοντο. παρίστασο, καὶ λέγ᾽ Ἀχιλλεῖ
Θεσσαλίην κεῖσθαι πᾶσαν ὑπ᾽ Αἰνεάδαις.