anonymi epigrammatici
τίς ποτ᾽ ἀκηδέστως οἰνοτρόφον ὄμφακα Βάκχου
ἀνήρ ἀμπελίνου κλήματος ἐξέταμεν, [p. 206]
χείλεα δὲ στυφθεὶς ἀπό μιν βάλεν, ὡς ἂν ὁδίταις
εἴη νισσομένοις ἡμιδακὲς σκύβαλον;
εἴη οἱ Διόνυσος ἀνάρσιος, οἷα Λυκοῦργος
ὅττι % μιν αὐξομέναν ἔσβεσεν εὐφροσύναν.
τοῦδε γὰρ ἂν τάχα τις διὰ πώματος ἢ πρὸς ἀοιδὰς
ἤλυθεν, ἢ γοεροῦ κάδεος ἔσχε λύσιν.