anonymi epigrammatici
τίπτε με τὸν φιλέρημον ἀναιδέϊ ποιμένες ἄγρῃ;
τέττιγα δροσερῶν ἕλκετ᾽ ἀπ᾽ ἀκρεμόνων,
τὴν Νυμφῶν παροδῖτιν ἀηδόνα, κἤματι μέσσῳ
οὔρεσι καὶ σκιεραῖς ξουθὰ λαλεῦντα νάπαις;
ἠνίδε καὶ κίχλην καὶ κόσσυφον, ἠνίδε τόσσους
ψᾶρας, ἀρουραίης ἅρπαγας εὐπορίης:
καρπῶν δηλητῆρας ἑλεῖν θέμις: ὄλλυτ᾽ ἐκείνους:
φύλλων καὶ χλοερῆς τίς φθόνος ἐστὶ δρόσου;