anonymi epigrammatici
λεπτὸν ὑφηναμένα ῥαδινοῖς ὑπὸ ποσσὶν ἀράχνα
τέττιγα σκολιαῖς ἔνδετον εἶχε πάγαις.
ἀλλ᾽ οὐ μὰν λεπταῖσιν ἐπαιάζοντα ποδίστραις
τὸν φιλαοιδὸν ἰδὼν παῖδα παρετρόχασα:
λύσας δ᾽ ἐκ βροχίδων ἀπεκούφισα, καὶ τόδ᾽ ἔλεξα:
‘ σῴζου μουσείῳ φθεγγόμενος κελάδᾠ’ .