tiberius
οὐ κύνες, οὐ στάλικές με κατήνυσαν, οὐχὶ κυνηγοὶ
δορκάδα τὸν δ᾽ ἀπὸ γῆς εἰν ἁλὶ πλῆσα μόρον.
ἐξ ὕλης πόντῳ γὰρ ἐνέδραμον εἶτά με πλεκταὶ
ἕλξαν ἐπ᾽ αἰγιαλοὺς δικτυβόλων παγίδες.
ἤλιτον ἡ χέρσοιο μάτην φυγάς: οὐδ᾽ ἀδίκως με
εἷλε σαγηνευτὴς τἀμὰ λιποῦσαν ὄρη.
οὔποτ᾽ ἄγρης, ἁλιῆες, ἔτ᾽ ἄστοχον οἴσετε χεῖρα,
χέρσῳ καὶ πελάγει κοινὰ πλέκοντες ὕφη.