secundus
ὁλκὰς ἀμετρήτου πελάγους ἀνύσασα κέλευθον,
καὶ τοσάκις χαροποῖς κύμασι νηξαμένη,
ἣν ὁ μέλας οὔτ᾽ Εὖρος ἐπόντισεν, οὔτ᾽ ἐπὶ χέρσον
ἤλασε χειμερίων ἄγριον οἶδμα Νότων,
ἐν πυρὶ νῦν ναυηγὸς ἐγὼ χθονὶ μέμφομ᾽ ἀπίστῳ,
νῦν ἁλὸς ἡμετέρης ὕδατα διζομένη. [p. 22]