posidippus
ποίην τις βιότοιο τάμῃ τρίβον; εἰν ἀγορῇ μὲν
νείκεα καὶ χαλεπαὶ πρήξιες: ἐν δὲ δόμοις
φροντίδες: ἐν δ᾽ ἀγροῖς καμάτων ἅλις: ἐν δὲ θαλάσσῃ
τάρβος: ἐπὶ ξείνης δ᾽, ἢν μὲν ἔχῃς τι, δέος:
ἢν δ᾽ ἀπορῇς, ἀνιηρόν. ἔχεις γάμον; οὐκ ἀμέριμνος
ἔσσεαι: οὐ γαμέεις; ζῇς ἔτ᾽ ἐρημότερος:
τέκνα πόνοι, πήρωσις ἄπαις βίος: αἱ νεότητες
ἄφρονες, αἱ πολιαὶ δ᾽ ἔμπαλιν ἀδρανέες.
ἦν ἄρα τοῖν δισσοῖν ἑνὸς αἵρεσις, ἢ τὸ γενέσθαι
μηδέποτ᾽, ἢ τὸ θανεῖν αὐτίκα τικτόμενον.