dioscorides
αὐλοὶ τοῦ Φρυγὸς ἔργον Ὑάγνιδος, ἡνίκα Μήτηρ
ἱερὰ τἀν Κυβέλοις πρῶτ᾽ ἀνέδειξε θεῶν,
καὶ πρὸς ἐμὸν φώνημα καλὴν ἀνελύσατο χαίταν
ἔκφρων Ἰδαίης ἀμφίπολος θαλάμης: [p. 184]
εἰ δὲ Κελαινίτης ποιμὴν πάρος † ουπερ ἀείσας
ἐγνώσθη, Φοίβου κεινὸν ἔδειρεν ^ ἔρις.