archias
ἔν ποτε παμφαίνοντι μέλαν πτερὸν αἰθέρι νωμῶν
σκορπίον ἐκ γαίης εἶδε θορόντα κόραξ,
ὃν μάρψων ὤρουσεν ὁ δ᾽ ἀίξαντος ἐπ᾽ οὖδας
οὐ βραδὺς εὐκέντρῳ πέζαν ἔτυψε βέλει,
καὶ ζωῆς μιν ἄμερσεν. ἴδ᾽ ὡς ὃν ἔτευχεν ἐπ᾽ ἄλλῳ,
ἐκ κείνου τλήμων αὐτὸς ἔδεκτο μόρον.