leonidas
οὐκ ἐμὰ ταῦτα λάφυρα τίς ὁ θριγκοῖσιν ἀνάψας
Ἄρηος ταύταν τὰν ἄχαριν χάριτα;
ἄθλαστοι μὲν κῶνοι, ἀναίμακτοι δὲ γανῶσαι
ἀσπίδες, ἄκλαστοι δ᾽ αἱ κλαδαραὶ κάμακες.
αἰδοῖ πάντα πρόσωπ᾽ ἐρυθαίνομαι, ἐκ δὲ μετώπου
ἱδρὼς πιδύων στῆθος ἐπισταλάει.
παστάδα τις τοιοῖσδε καὶ ἀνδρειῶνα καὶ αὐλὰν
κοσμείτω καὶ τὸν νυμφίδιον θάλαμον
Ἄρευς δ᾽ αἱματόεντα διωξίπποιο λάφυρα
νηὸν κοσμοίη τοῖς γὰρ ἀρεσκόμεθα,.