philippus
ὠκείαις ἐλάφοισι κύων ἰσάμιλλα δραμοῦσα
ἔγκυος ἡλκώθη παιδοπόρον γένεσιν [p. 168]
πᾶσα δὲ συγκατέμυσε κατουλωθεῖσα χρόνοισιν,
ἤδη δ᾽ ἡ τοκετῶν ὥριος ἦν βάσανος:
πολλὰ δ᾽ ἐπωρύουσαν ἀνὴρ ἐσιδηροτόμησεν,
καὶ σκύλακες φίλιοι νηδύος ἐξέθορον.
Ἀρτέμιδος λέλυται λοχίων χάρις: ἔμπαλι δ᾽ Ἄρης
ἦρκται μαιοῦσθαι γαστέρα θηλυτέραις,