bianor
πῶλον, τὸν πεδίων ἀλλ᾽ οὐχ ἁλὸς ἱππευτῆρα,
νηὶ διαπλώειν πόντον ἀναινόμενον,
μὴ θάμβει χρεμέθοντα καὶ ἐν ποσὶ λὰξ πατέοντα
τοίχους, καὶ θυμῷ δεσμὰ βιαζόμενον.
ἄχθεται εἰ φόρτου μέρος ἔρχεται: οὐ γάρ ἐπ᾽ ἄλλοις
κεῖσθαι τὸν πάντων ἔπρεπεν ὠκύτατον.