antiphilus
1 πορφυρέαν τοι τάνδε, Λεωνίδα, ὤπασε χλαῖναν
Ξέρξης, ταρβήσας ἔργα τεᾶς ἀρετᾶς.
2 οὐ δέχομαι: προδόταις αὕτα χάρις. ἀσπὶς ἔχοι με
καὶ νέκυν ὁ πλοῦτος δ᾽ οὐκ ἐμὸν ἐντάφιον.
3 ἀλλ᾽ ἔθανες: τί τοσόνδε καὶ ἐν νεκύεσσιν ἀπεχθὴς
Πέρσαις; 4 οὐ θνᾴσκει ζᾶλος ἐλευθερίας.