apollonides
ὁ πρὶν ἐγὼ Ῥοδίοισιν ἀνέμβατος ἱερὸς ὄρνις,
ὁ πρὶν Κερκαφίδαις αἰετὸς ἱστορίη,
ὑψιπετῆ τότε ταρσὸν ἀνὰ πλατὺν ἠέρ᾽ ἀερθεὶς
ἤλυθον, Ἠελίου νῆσον ὅτ᾽ εἶχε Νέρων
κείνου δ᾽ αὐλίσθην ἐνὶ δώμασι, χειρὶ συνήθης
κράντορος, οὐ φεύγων Ζῆνα τὸν ἐσσόμενον.