crinagoras
οὔρεα Πυρηναῖα καὶ αἱ βαθυάγκεες Ἄλπεις,
αἳ Ῥήνου προχοὰς ἐγγὺς ἀποβλέπετε, [p. 152]
μάρτυρες ἀκτίνων, Γερμανικὸς ἃς ἀνέτειλεν,
ἀστράπτων Κελτοῖς πουλὺν ἐνυάλιον.
οἱ δ᾽ ἄρα δουπήθησαν ἀολλέες: εἶπε δ᾽ Ἐνυὼ
Ἄρεϊ: ‘ τοιαύταις χερσὶν ὀφειλόμεθα.’