philippus
καὶ τὸν; ἀρουραῖον γυρήτομον αὔλακα τέμνει
μηροτυπεῖ κέντρῳ πειθομένη δάμαλις:
καὶ μετ᾽ ἀροτροπόνους ζεύγλας πάλι τῷ νεοθηλεῖ
πινομένη μόσχῳ δεύτερον ἄλγος ἔχει.
μὴ θλίψῃς αὐτὴν ὁ γεωμόρος: οὗτος ὁ βαιὸς
μόσχος, ἐὰν φείσῃ, σοὶ τρέφεται δαμάλης.