antipater
ἵμερον αὐλήσαντι πολυτρήτων διὰ λωτῶν
εἶπε λιγυφθόγγῳ Φοῖβος ἐπὶ Γλαφύρῳ: [p. 142]
Μαρσύη, ἐψεύσω τεὸν εὕρεμα, τοὺς γὰρ Ἀθήνης
αὐλοὺς ἐκ Φρυγίης οὗτος ἐληΐσατο:
εἰ δὲ σὺ τοιούτοις τότ᾽ ἐνέπνεες, οὐκ ἂν Ὕαγνις
τὴν ἐπὶ Μαιάνδρῳ κλαῦσε δύσαυλον ἔριν.