antiphilus
ἡ γραῦς Εὐβούλη, ὅτε οἱ καταθύμιον ἦν τι,
Φοίβου τὸν πρὸ ποδῶν μάντιν ἄειρε λίθον, [p. 140]
χείρεσι πειράζουσα: καὶ ἦν βαρύς, ἡνίκα μή τι
ἤθελεν εἰ δὲ θέλοι, κουφότερος πετάλων.
αὐτὴ δὲ πρήσσουσα τὸ οἱ φίλον, ἤν ποθ᾽ ἁμάρτῃ,
Φοίβῳ τὰς ἀνίσους χεῖρας ἐπεγράφετο.