antiphanes
Δυσμοίρων θαλάμων ἐπὶ παστάσιν οὐχ Ὑμέναιος,
ἀλλ᾽ Ἀίδης ἔστη πικρογάμου Πετάλης.
δείματι γὰρ μούνην πρωτόζυγα Κύπριν ἀν᾽ ὄρφνην
φεύγουσαν, ξυνὸν παρθενικαῖσι φόβον,
φρουροδόμοι νηλεῖς κύνες ἔκτανον: ἣν δὲ γυναῖκα
ἐλπὶς ἰδεῖν, ἄφνως ἔσχομεν οὐδὲ νέκυν. [p. 130]