antiphilus
Γλαῦκος ὁ νησαίοιο διαπλώουσιν ὁδηγὸς
πορθμοῦ, καὶ Θασίων ἔντροφος αἰγιαλῶν,
πόντου ἀροτρευτὴρ ἐπιδέξιος, οὐδ᾽, ὅτ᾽ ἔκνωσσεν,
πλαζομένῃ στρωφῶν πηδάλιον παλάμῃ, [p. 128]
μυριέτης, ἁλίοιο βίου ῥάκος, οὐδ᾽ , ὅτ᾽ ἔμελλεν
θνῄσκειν, ἐκτὸς ἔβη γηραλέης σανίδος:
τοὶ δὲ κέλυφος ἔκαυσαν ἐπ᾽ ἀνέρι, τόφρ᾽ ὁ γεραιὸς
πλώσῃ ἐπ᾽ οἰκείης εἰς ἀίδην ἀκάτου.