erycius
1 βουκόλε, πρὸς τῶ Πανός, ὁ φήγινος, εἰπέ, κολοσσὸς
οὗτος, ὅτῳ σπένδεις τὸ γλάγος, ἔστι τίνος;
2 τῶ λειοντοπάλα Τιρυνθίω. οὐ δὲ τὰ τόξα,
νήπιε, καὶ σκυτάλην ἀγριέλαιον ὁρῇς;
χαίροις Ἀλκείδα δαμαληφάγε, καὶ τάδε φρούρει
αὔλια, κἠξ ὀλίγων μυριόβοια τίθει.